Παρασκευή 25 Σεπτεμβρίου 2020

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΠΡΟΣ ΤΟΝ ΤΙΜΙΟ ΣΤΑΥΡΟ

 

Παρακλητικός κανών

Εις τον Τίμιον Σταυρόν

 

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν

καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.


Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,

ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

σου. εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου

σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου

πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν

ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν

μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς

αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά

μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα

ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν

χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός

σέ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ

ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε,

ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ

πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι

τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν

ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ

σοὶ ἤλπισα. γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ

πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν

μου, ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε

ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ

ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Tὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν

γῇ εὐθείᾳ. Ἔνεκεν τοῦ ὀνόματός σου, Κύριε

ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις

ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει

σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ

ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν

μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.

Καί εὐθύς τό Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι

Κυρίου.

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,

καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι

Κυρίου.

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι

Κυρίου.

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 6

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι

Κυρίου.

Ἦχος δ΄, Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ. Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελά-

σωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς

καί προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέ-

γοντες καρδίᾳ πιστῶς· πρόφθασον, βο-

ήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι

λυτρούμενος ἐκ παντοίων κινδύνων· μή

ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τήν σήν γάρ

σκέπην βεβαίαν ἐλπίζομεν.

Δόξα. Ἦχος βαρύς. Μετεμορφώθης ἐν τῷ ὄρει, Χριστέ ὁ

Θεός, δείξας τοῖς Μαθηταῖς σου,

τήν δόξαν σου καθώς ἠδύναντο, λάμψον

καί ἡμῖν τοῖς ἁμαρτωλοῖς, τό φῶς σου τό

ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδό-

τα δόξα σοι.

Καί νῦν. Ἦχος δ΄. Οὐ δυνησόμεθα Σταυρέ τοῦ Κυρίου, τά

σά θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ

μή γάρ σύ παρεῖχες τά δωρήματα, τίς ἡμῖν

τήν ἴασιν τῶν τοῦ σώματος νόσων; τίς δέ

καί τήν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου;

οὐκ ἀπομακρυνθῶμεν πώποτε ἐκ σοῦ· σύ

γάρ σκέπεις πάντας θνητούς ἐκ παντοίων

κακῶν.

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 7

Ψαλμὸς 50 Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός

σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον

πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ

τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν

ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία

μου ἐνώπιόν μού ἐστιν διὰ παντὸς. Σοὶ

μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς

λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν

ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ

γὰρ ἀλήθειαν ἠγάπησας. τὰ ἄδηλα καὶ

τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι.

Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην.

ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν

ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου

ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν

ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον

ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με

ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά

σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 8

με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ

ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με

ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας

μου. ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου

ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν

αἴνεσίν σου. ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα

ἂν. ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία

τῷ Θεῷ πνεῦμα συντετριμμένον. καρδίαν

συντετριμμένην καὶ τεταπεινωμένην

ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον,

Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ

οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε

εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν

καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ

θυσιαστήριόν σου μόσχους.

δή Α΄. Ἦχος Πλ. δ΄. Ὑγράν διοδεύσας

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

 Σταυρέ σκῆπτρον ἅγιον καί σεπτόν,

τούς ἐν εὐλαβείᾳ προσκυνοῦντας τήν

ἱεράν, σκέπην σου ἀτρώτους ἀπό βλάβης,

καί πειρασμῶν καί κινδύνων διάσωσον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Σταυρέ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ,

τούς σέ προσκυνοῦντας καταξίωσον

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 9

ἐσαεί, τῷ Κτίστῃ Θεῷ καθυπακούειν, καί

ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.

Δόξα.

Σταυρέ ἡ βοήθεια τῶν πιστῶν, δίδου βο-

ηθείας τοῖς ὑμνοῦσι τό ἱερόν, κράτος

σου καί αἴρειν τά βραβεῖα, κατά παθῶν

ψυχοφθόρων ἐνίσχυσον.

Καί νῦν.

 Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ

ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν

ἐστι, πιστῶν σωτηρία ἀνεβόα, καί κρα-

ταιά προστασία καί στήριγμα.

δή Γ΄. Οὐρανίας ἁψῖδος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν

ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις,

χαῖρε ἀντίληψις· τούς προσκυνοῦντάς

σε, φύλαττε φρούρει καί σκέπε, ἐκ τῶν

ὁρωμένων τε, καί ἀοράτων ἐχθρῶν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Σταυρός τοῦ Κυρίου, χαῖρε πιστῶν

καύχημα, χαῖρε κραταιά προστασία,

χαῖρε παράκλησις· τούς προσκυνοῦντάς

σε, ἐκ περιστάσεως ῥῦσαι, καί δεινῆς κα-

κώσεως καί πάσης θλίψεως.

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 10

Δόξα.

Σταυρός τοῦ Κυρίου, χαῖρε στερ-

ρόν ἔρεισμα, χαῖρε τῶν ὑμνούντων

σε φύλαξ, χαῖρε προπύργιον· τούς

προσκυνοῦντάς σε ἐκ τῶν τοῦ βίου σκανδά-

λων, ρῦσαι καί διάσωσον θείᾳ δυνάμει σου.

Καί νῦν.

Σταυρός τοῦ Υἱοῦ σου, παρθενι-

κόν καύχημα, πᾶσί σου τόν Τόκον

ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύ-

νησις καί τό πρός σέ καταφεύγειν, πάθη

θεραπεύουσι ψυχῆς καί σώματος.

δή Δ΄. Εἰσακήκοα Κύριε....

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Σταυρός ὁ Πανάγιος, πᾶσι τοῖς

ὑμνοῦσιν αὐτόν τήν ἴασιν, καί πται-

σμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται

χαριζόμενος.

 

 

 

 

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Τῶν ἀμέτρων πταισμάτων μου, ῥοῦν

τόν θολερώτατον ἀποξήρανον, ὁ βα-

στάσας τόν ξηράναντα, ἀθεΐας ὕλην,

Σταυρέ Τίμιε.

Δόξα.

μαρτίαις συμπέφυρμαι, καί ἐκ τούτων

ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν·

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 11

ὅθεν κράζω σοι, ἄμφω τάς ἰάσεις, Σταυρέ

δώρησαι.

Καί νῦν.

 Οἱ Σταυρόν καί τήν Ἄχραντον, ἔχοντες

ἐλπίδα οὐκ αἰσχυνθήσονται· ἡ πρε-

σβεία γάρ καί δύναμις, τῆς Μητρός καί

σκήπτρου σφόδρα δύνανται.

δή Ε΄. Φώτισον ἡμᾶς.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

 Γλύκανον ἡμῶν, τήν πικρίαν τῶν θλί-

ψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς

Μεῤῥᾶς, πικρῶν ὑδάτων τήν πικρίαν

ἰασάμενος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πα-

νάγιε, Σταυρέ Κυρίου, ἐν σοί γάρ τοῦ

Πατρός, Ἰσχύς ἐπήρθη, τό σόν κράτος

ἐνισχύουσα.

Δόξα.

Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καί

κάκωσιν, καί σκυθρωπότητα ἐκ τῶν

καρδιῶν, Σταυρέ Κυρίου· δέδοταί σοι γάρ

τό δύνασθαι.

Καί νῦν.

χομεν πιστοί, προστασίαν πρός τόν

Κύριον, τήν Παναγίαν Παρθένον καί

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 12

τόν Σταυρόν, ὧν καταπλήττει καί τούς

δαίμονας ἡ δύναμις.

δή Στ΄. Τήν δέησιν ἐκχεῶ.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

 Τό ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τήν

στολήν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν

τήν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυ-

ρέ Παμμακάριστε, τό καύχημα κἀμοῦ ὅν

σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

 Σέ σκέπην Xριστιανοί γινώσκομεν, καί

καυχώμεθα ἐν σοί Ξύλον θεῖον· εἰς

πάντα γάρ σέ εὑρίσκομεν κράτος, καί

παντελῆ σωτηρίαν καί σύμμαχον, τήν χά-

ριν ὅθεν καί ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ

κατάπεμψον.

Δόξα.

 Κύριος ἰσχυρόν ἡμῖν τεῖχος, καί

προστάτην καί φρουρόν σε παρέ-

σχε, καί γάρ ἐν σοί ἐναντίαι δυνάμεις,

ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου.

Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας

ἡμᾶς ἰσχύν ἔνδυσον.

Καί νῦν.

 Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τούς

τόν Κτίστην μου σαρκί δεξαμένους,

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 13

τήν μέν Ἁγνήν, ὡς ζωήν ἀφθαρτοῦσαν·

τόν δέ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον.

Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καί ἡ

Κόρη ζωώσατε.

Διάσωσον Σταυρέ Κυρίου τήν ποίμνην

σου ἀπό βλάβης, ὅτι πάντες ἐν σοί

καυχόμεθα, καί γινώσκομεν τήν σκέπην

σου, σωτηρίαν καί κράτος.

πίσκεψαι τῇ σῇ δυνάμει τούς πίστει

σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ

ἐχθρῶν παντοίας κακώσεως, καί δίωξον

τάς αὐτῶν περιστάσεις.

Ὁ Ἱερεύς:Αἴτησις

Χορός: Ἀμήν.

Κοντάκιον

Ἦχος Β΄.

Τό ξύλον τῆς ζωῆς καί δύναμις

ὑπέροπλος, ἐλπίς τῶν πιστῶν καί

σκέπη καί κραταίωμα, ἐκ ψυχῆς βοῶμέν

σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καί ἐκ

σκανδάλων τῶν τοῦ πονηροῦ, προφθά-

σας ῥῦσαι ἡμᾶς τούς ὑμνοῦντάς σε.

Καί εὐθύς τό προκείμενον. Ἦχος Δ΄. Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί

προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν

αὐτοῦ, ὅτι Ἅγιος ἐστί (δίς).

Στίχος. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν

ἐνεδύσατο.

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 14

ψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί

προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν

αὐτοῦ, ὅτι Ἅγιος ἐστί.

Ἱερεὺς: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς

τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου,

Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Χορὸς: Κύριε, ἐλέησον (γ').

Ἱερεὺς: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ

ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Χορὸς: Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου

Εὐαγγελίου τό άνάγνωσμα. Πρόσχωμεν.

Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶπεν ὁ Κύριος. Οὐδείς ἀναβέβηκεν εἰς

τόν οὐρανόν, εἰμή ὁ ἐκ τοῦ οὐρανοῦ

καταβάς, ὁ Υἱός τοῦ ἀνθρώπου, ὁ ὤν ἐν

τῷ οὐρανῷ. Καί καθώς Μωσῆς ὕψωσε

τόν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι

δεῖ τόν Υἱόν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ

πιστεύων εἰς αὐτόν μή ἀπόληται, ἀλλ’

ἔχῃ ζωήν αἰώνιον. Οὕτω γάρ ἠγάπησεν

ὁ Θεός τόν κόσμον, ὥστε τόν Υἱόν αὐτοῦ

τόν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύ-

ων εἰς αὐτόν μή ἀπόληται, ἀλλ’ ἔχῃ ζωήν

αἰώνιον. Οὐ γάρ ἀπέστειλεν ὁ Θεός τόν

Υἱόν αὐτοῦ εἰς τόν κόσμον, ἵνα κρίνῃ τόν

κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 15

Δόξα. Τῇ τοῦ Θείου Σταυροῦ σου δυνάμει

Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν

ἐμῶν ἐγκλημάτων.

Καί νῦν.

Ταῖς τῆς Παναχράντου,

πρεσβείαις,

Ἐλεῆμον,

ἐξάλειψον

τά πλήθη

τῶν

ἐμῶν ἐγκλημάτων.

Ἦχος

πλ. β΄. Ὅλην

ἀποθέμενοι.

Στίχ.: Ἐλέησόν

με ὁ Θεός…

 Σταυρέ πανσεβάσμιε, ὅν περιέ-

πουσι τάξεις, Ἀγγέλων γηθόμε-

ναι· σήμερον ὁρώμενος θείῳ πνεύ-

ματι, δικαιοῖς ἅπαντας, τούς κλοπῇ

βρώσεως, ἀπωσθέντας καί εἰς θάνατον

καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καί

χείλεσι πιστῶς περιπτυσσόμενοι, τόν

ἁγιασμόν ἀρυόμεθα· ὑμνεῖτε, βοῶντες,

Χριστόν τόν ὑπεράγαθον Θεόν, καί τό

αὐτοῦ προσκυνήσωμεν θεῖον ὑποπόδιον.

Ὁ Ἱερεύς: Σῶσον

ὁ Θεός...

Χορός: Κύριε ἐλέησον (12 φορές).

Ὁ Ἱερεύς: Ἐλέει καί οἰκτιρμοῖς...

Χορός: Ἀμήν.

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 16

δή Ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας...

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Τό κράτος τοῦ θανάτου, τεθανάτω-

ται πάλαι τῆς κρεμασθείσης ζωῆς,

θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοί διό σε,

ἱκετεύω κραυγάζων σοι, τῶν θανατού-

ντων παθῶν, ρῦσαι με νῦν καί σῶσον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Τήν βροτῶν σωτηρίαν, ὁ Σωτήρ

ἠβουλήθη ἐναπεργάσασθαι, ἐν

ξύλῳ ζωηφόρῳ, διδούς τοῖς σωζομένοις,

μελωδεῖν τά σωτήρια· χαῖρε Σταυρέ τοῦ

Χριστοῦ, πιστῶν ἁπάντων σῶστα.

Δόξα.

 Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες

εὗρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει

εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό

πάντες σοι κράζομεν· τήν εὐλογίαν Σταυ-

ρέ δίδου τοῖς σέ τιμῶσι.

Καί νῦν.

Καυχῶμαι τήν δυάδα, προβαλλόμενος

πρέσβεις πρός τόν Σωτῆρα Χριστόν,

Μητέρα καί τό σκῆπτρον· ἰσχύει γάρ ἡ

Μήτηρ, καί τό σκῆπτρον κρατύνει με,

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 17

χαῖρε τό σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μή-

τηρ τούτου.

δή Η΄. Τόν Βασιλέα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Τούς προσκυνοῦντάς σε, ὦ Σταυ-

ρέ διατήρει, πειρασμῶν καί κινδύ-

νων ἀτρώτους· ἔχεις γάρ σήν σκέπην

φρουροῦσαν πιστούς πάντας.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

 Τάς ἀῤῥωστίας τάς τῆς σαρκός ἰατρεύεις,

καί σπιλάδας ψυχῶν ἐκκαθαίρεις.

Ὅθεν σέ ὑμνοῦμεν, Σταυρόν τόν τοῦ Κυ-

ρίου.

Δόξα.

Τούς τῷ σημείῳ σου ἑαυτούς

σημειοῦντας, τῶν παγίδων λυτροῦσαι

τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διά τοῦ

σοῦ σημείου.

Καί νῦν.

 Τοῦ Βασιλέως τῶν Οὐρανῶν τήν Μη-

τέρα, καί Σταυρόν τοῦ Σωτῆρος ἐν πί-

στει, πάντες προσκυνοῦμεν, ὥσπερ κοι-

νούς προστάτας.

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 18

δή Θ΄. Κυρίως Θεοτόκον...

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

ν φέρω σοι ἐκ πόθου, δέησιν Κυ-

ρίου, δέξαι Σταυρέ, καί τήν χάριν

παράσχου πιστῶς, σέ προσκυνοῦντι ἐν

πίστει καί μεγαλύνοντι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον

ἡμᾶς τῇ δυνάμει σου.

Σημεῖον νικηφόρον, πάντες οἴδασί σε,

οἱ διά σοῦ βραβεῖα καί νίκας αὐτῶν,

σύν εὐλαβείᾳ λαβόντες, καί μεγαλύνουσι.

Δόξα.

 Τό χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ

μου ὕμνου, τοῦ διά σοῦ νικηφόρου

ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τό

χαῖρε, καί δίδου μοι τά χαρμόσυνα.

Καί νῦν.

Οὐ θέλω σιωπῆσαι τά τῆς Θεοτόκου,

καί τόν Σταυρόν μή κηρύττειν, ὅς

σκέπει πιστούς· οὐ σιωπῶ, ἀλλά λέγω, εἰ

καί ἐσίγησα.

Τά Μεγαλυνάρια

 ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ

τὴν Θεοτόκον, τὴν ἀειμακάριστον

καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ

ἡμῶν.

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 19

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ

ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τόν Σταυρόν τόν τίμιον τοῦ Χριστοῦ,

σήμερον ἐκ πόθου προσκυνήσωμεν

εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν

συμφώνως, Σταυρέ ζωῆς τό ξύλον πι-

στούς στερέωσον.

Πάντες προσκυνοῦμεν πανευλαβῶς,

καί φόβῳ καί πόθῳ, σύν ἀγάπῃ τε καί

χαρᾷ τιμῶντες ὑμνοῦμεν τό πανάγιον ξύ-

λον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.

Σκῆπτρον ἁγιώτατον τοῦ Χριστοῦ, ζωη-

φόρον ξύλον, ἱερέων ἡ καλλονή, Βασι-

λέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας

τούς σέ τιμῶντας, Σταυρέ διάσωσον.

λαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή

προσκυνούντων τόν Σταυρόν τόν

ζωοποιόν, τόν ἁγιασθέντα Αἵματι τῷ

πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν με-

γαλύνομεν.

Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς, δύνα-

μιν ἐξ ὕψους, καί σοφίαν παρά Πατρός,

ἐν ὄρει ἀνῆλθες, Χριστέ τῷ Θαβωρίῳ, καί

λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.

«Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 20

ς ὑπέρ τήν ψάμμον τῶν θαλασσῶν,

ὑπέρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ

Οὐρανοῦ, μόνος ἁμαρτήσας καί μόνος

κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ

με διάσωσον.

Τρισάγιον Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος

Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα... Καί νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,

ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας

ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. (γ’)

Δόξα... Καί νῦν... Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,

ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ

βασιλεία σου, γενηθήτω τὸ θέλημά σου,

ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον

ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ

ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ

ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ

μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ

ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 21

Ἱερεὺς: Ὅτι σοῦ ἐστίν ἡ βασιλεία καί ἡ δύ-

ναμις καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ,

καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί

εἰς τούς αἰῶνας τῶν αἰώνων.

Χορός: Ἀμήν.

Τροπάριον Ἦχος α΄.

Σῶσον, Κύριε, τόν λαόν σου, καί

εὐλόγησον τήν κληρονομίαν σου, νί-

κας τοῖς βασιλεῦσι κατά βαρβάρων δω-

ρούμενος, καί τό σόν φυλάττων διά τοῦ

Σταυροῦ σου πολίτευμα.

Ἀπολυτίκιον ἡμέρας…

Ὁ Ἱερεύς:Αἴτησις, Ἀπόλυσις

Χορός: Ἀμήν.

Ἦχος

β΄. Ὃτε

ἐκ τοῦ ξύλου.

Λάμψον φῶς ἀπρόσιτον ἡμῖν· ἔργον

γάρ ἐσμέν τῶν χειρῶν σου, πάντες

Χριστέ Βασιλεῦ· νίκῃ δέ στεφάνωσον,

τούς σέ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν

ἀοράτων τε, καί ὁρατῶν ἅμα, τεῖχος καί

ὀχύρωμα, ἰσχύν καί ἄσυλον, ὄλβον τόν

Σταυρόν σου πλουτοῦντας, Σῶτερ, ὁ τήν

ἄφθορον μήτραν, ὑποδύς ἀῤῥήτως τῆς

Θεόπαιδος.

Ὁ Ἱερεύς: Δι' εὐχῶν...

Χορός: Ἀμήν.__

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου